Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 58.28 Dem. 58.31 (English) >>Dem. 58.34

58.30καὶ τὰ μὲν πρὸς τὸν ἀδελφὸν αὐτῷ πεπραγμένα τοιαῦτά ἐστιν· δὲ πρὸς τὴν πόλιν προσελθὼν διῴκηται (δευτέρους γὰρ ὑμᾶς φήσει φιλεῖν μετὰ τοὺς οἰκείους) ἄξιον ἀκοῦσαι. ἄρξομαι δʼ ἀπὸ τῶν πρὸς ἡμᾶς αὐτῷ πεπραγμένων. τοῦ γὰρ πατρὸς κατηγορῶν, ἄνδρες δικασταί, ὅτε τὴν τῶν παρανόμων αὐτὸν ἐδίωκε γραφήν, ἔλεγεν ὡς ἐπιβεβουλευμένος παῖς εἴη περὶ οὗ τὸ ψήφισμα γεγραμμένον ἦν, ἐν τὴν σίτησιν ἔγραψεν Χαριδήμῳ πατὴρ τῷ Ἰσχομάχου υἱῷ, 58.31λέγων ὡς, ἐὰν ἐπανέλθῃ εἰς τὸν πατρῷον οἶκον παῖς, ἀπολωλεκὼς ἔσται τὴν οὐσίαν ἅπασαν ἣν Αἰσχύλος ποιησάμενος αὐτὸν υἱὸν ἔδωκεν αὐτῷ, ψευδόμενος· οὐδενὶ γὰρ πώποτε, ἄνδρες δικασταί, τοῦτο τῶν εἰσποιηθέντων συνέβη. καὶ τούτων πάντων αἴτιον ἔφη Πολύευκτον γεγενῆσθαι τὸν ἔχοντα τὴν μητέρα τοῦ παιδός, βουλόμενον ἔχειν αὐτὸν τὴν τοῦ παιδὸς οὐσίαν. ὀργισθέντων δὲ τῶν δικαστῶν ἐπὶ τοῖς λεγομένοις, καὶ νομισάντων αὐτὸ μὲν τὸ ψήφισμα καὶ τὴν δωρεὰν κατὰ τοὺς νόμους εἶναι, τῷ δὲ ὄντι τὸν παῖδα μέλλειν ἀποστερεῖσθαι τῶν χρημάτων, τῷ μὲν πατρὶ δέκα ταλάντων ἐτίμησαν ὡς μετὰ Πολυεύκτου ταῦτα πράττοντι, τούτῳ δʼ ἐπίστευσαν ὡς δὴ βοηθήσαντι τῷ παιδί. 58.32καὶ τὰ μὲν ἐπὶ τοῦ δικαστηρίου γενόμενα τοιαῦτα καὶ παραπλήσια τούτοις ἦν· ὡς δʼ χρηστὸς οὗτος ὠργισμένους ᾔσθετο τοὺς ἀνθρώπους καὶ πεπιστευμένον αὑτὸν ὡς οὐ παντάπασιν ἀνόσιον ὄντα, προσκαλεσάμενος τὸν Πολύευκτον ἀποφέρει γραφὴν κατʼ αὐτοῦ κακώσεως πρὸς τὸν ἄρχοντα καὶ δίδωσι τὴν λῆξιν Μνησαρχίδῃ τῷ παρέδρῳ· λαβὼν δὲ διακοσίας δραχμὰς παρὰ τοῦ Πολυεύκτου, καὶ τὰ δεινὰ ταῦτʼ ἀποδόμενος μικροῦ λήμματος ἐφʼ οἷς τῷ πατρὶ ἐτιμήσατο δέκα ταλάντων, ἀπηλλάγη καὶ τὴν γραφὴν ἀνείλετο προδοὺς τὸν ὀρφανόν. καί μοι κάλει τούτων τοὺς μάρτυρας.Μάρτυρες



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 58.28 Dem. 58.31 (English) >>Dem. 58.34

Powered by PhiloLogic